-
L(ucius) A<e=I>milius L(uci) f(ilius) inperator de rege Perse / Macedonibusque cepet
-168 – -167
-
Μάρκωι Καφρανίωι Μάρκου υἱῶι Γάλλωι / [ἐπ]ειδὴ Μᾶρκος Καφράνιος Μάρκου υἱὸς Γάλλος Ῥωμαῖος εὐσεβῶς μὲν διακείμενος τυγχάνει ποτὶ τὸν θεὸν εὐνοϊκῶς [δ]ὲ καὶ ποτὶ τὰν πόλιν εὔχρηστο[ν] / [αὑ]τὸ[ν] παρεχόμενος διὰ προγόνων τοῖς ἐντυγχανόντοις τῶν πολιτᾶν σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τῶν ἀνδρῶν ἀγαθᾶι τύχ[αι] / [δε]δό[χ]θαι τᾶι πόλει τῶν Δελφῶν ἐπαι[νέσ]αι Μᾶρκον Καφράνιον Μάρκου υἱὸν Γάλλον Ῥωμαῖον κ[α]ὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ [τᾶ]ς πόλιος προξενίαν προ[μα]ντείαν προδικίαν ἀσυλί[αν ἀ]τέλει[αν] / [προε]δρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό[λι]ς τίθητι καὶ τἆλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄ[λλ]οις [προ]ξένοις [καὶ] εὐεργέ[τα]ις τᾶς πόλιος [ὑπά]ρχει ἄρχοντος Βαβύλου βου[λε]υόντων Κλεομάντ[ιος 3]