-
[6] / [3]ναρ[1]ι ἐρείπια στοᾶς / [τῆ]ς [Ῥ]ήγλ[ο]υ [μαρ]μάρας οὕτως ὥστε ποιῆσαι οἴκους / πεντήκοντα ἐπεὶ οὖν καὶ ἐν τούτῳ φιλοτείμως / ὁ Πρεῖ[σκ]ος ἀναστρέφεται ὥστε ὑπὲρ τῆς τειμῆς / τοῦ προδηλουμένου τόπου δοῦναι τοῖς πο[λ]ίταις / ἑκάστῳ δηνάριον ἕν οὐ μόνον συνκατατίθεμαι / τῇδε τῆς βουλῆς καὶ τοῦ δήμου γνώμῃ ἀλλὰ καὶ ἀ/ποδέχομαι τὸν ἄνδρα οὕτως ἐν ἅπασιν ἀναστρε/φόμενον φιλοτείμως καὶ ἐπιτρέπω τὸν προ/δηλούμενον τόπον ταύτῃ τῇ αἱρέσι αὐτῷ πρα/θῆναι οὕτως μέντοι ὥστε τοὺς γεινομένους / οἴκους τοῖς ἀθληταῖς προῖκα τῷ καιρῷ τῶν ἀγώ/νων σχολάζειν εἰς τὸ διηνεκές ἔχοντος τοῦ κα/τὰ καιρὸν ἀγωνοθέτου ἐξουσίαν διανέμειν / τὰς ξενίας αὐτοῖς εἰ μέντοι τις πρὸς τοῦτο ἀν/τιλέγει δυνήσεται διδάξαι με ἐντὸς καλανδῶν / Ἰανουαρίων τῶν ἔνγιστα ἐρρῶσθαι ὑμᾶς εὔχομαι
171 – 180
-
X]IIII K(alendas) Decembr(es) et pro rostris lecta IX K(alendas) Decembr(es)