-
ὑπόμνημα
-
οὐδὲν ἐπʼ ἀνθρώποις μύραις δʼ ὑπὸ / πάντα κυκλεῖται / καὶ γὰρ ἐγὼ σπεῦδον θρέψαι τέκνον / καὶ εἰς ἐλπίδας ἄγεσθαι / ἀλλʼ ἐμέο βουλὴν κρίσις ἔφθασεν / οὕνεκα τύμβῳ / ὡς κρίσις ἐ[στὶ] φίλοι μου ῥητὸ[ν] / χρε[ὼ]ν ἀπέτισα / πρίν [γε] μολεῖν μέτρον ἡλικίης / καὶ εἰς ἄνδρας ἡκέσθαι / παῖς ὢν ἑξαετὴς τυτθὸς νεῖος / Λιλλᾶς ἐκαλούμεν / ᾧ τάφον οὐχ ὁσίως Βασσιανὸς / γενέτης ἀνέγειρα / σὺν γαμετῇ Ἰανβαρίᾳ τῇ πολυ/δακρυτάτῃ / μυρόμενοι παιδὸς τὴν / ἀπαθῆ γένεσιν / χαίροις ὦ παροδεῖτα / καὶ ὑγιένοις πάλιν / ἄλλοις